Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.266 Joseph. AJ 16.271 (English) >>Joseph. AJ 16.276

16.269ταῦτα δὲ πεισθέντος αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαος διαλλάξας οὕτως εἰς Καππαδοκίαν ἀπῄει, κεχαρισμένος ὡς οὐκ ἄλλος ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενος. ὅθεν καὶ δώροις αὐτὸν ἐτίμησεν πολυτελεστάτοις κἀν τοῖς ἄλλοις μεγαλοπρεπῶς ἐν τοῖς μάλιστα φίλτατον ἡγησάμενος. 16.270ἐποιήσατο δὲ καὶ συνθήκας εἰς Ῥώμην ἐλθεῖν, ἐπειδὴ περὶ τούτων ἐγέγραπτο Καίσαρι, καὶ μέχρις Ἀντιοχείας ἐπὶ τὸ αὐτὸ παρῆλθον. ἐκεῖ καὶ τὸν ἡγεμόνα Συρίας Τίτιον ἐκ διαφορᾶς Ἀρχελάῳ κακῶς ἔχοντα διήλλαξεν Ἡρώδης καὶ πάλιν εἰς Ἰουδαίαν ὑποστρέφει. 16.271

Γενομένῳ δὲ ἐν τῇ Ῥώμῃ κἀκεῖθεν ἐπανήκοντι συνέστη πόλεμος πρὸς τοὺς Ἄραβας ἐξ αἰτίας τοιαύτης· οἱ κατοικοῦντες τὸν Τράχωνα Καίσαρος ἀφελομένου Ζηνόδωρον καὶ προσθέντος Ἡρώδῃ τὴν χώραν λῃστεύειν μὲν οὐκ εἶχον ἐξουσίαν ἔτι, γεωργεῖν δὲ καὶ ζῆν ἡμέρως ἠναγκάζοντο. 16.272τόδʼ ἦν ἐκείνοις οὐχ αἱρετὸν οὐδὲ λυσιτέλειαν ἔφερεν γῆ πονούντων. ὅμως δὲ κατʼ ἀρχὰς μὲν οὐκ ἐπιτρέποντος τοῦ βασιλέως ἀπείχοντο τῶν εἰς τοὺς περιοίκους ἀδικημάτων, καὶ πολλὴ διὰ τοῦτο ἦν εὐδοξία τῆς ἐπιμελείας Ἡρώδῃ. 16.273πλεύσαντος δʼ εἰς τὴν Ῥώμην, ὅτε καὶ τοῦ παιδὸς Ἀλεξάνδρου κατηγόρει καὶ παραθησόμενος Ἀντίπατρον τὸν υἱὸν παρεληλύθει Καίσαρι, λόγον ὡς ἀπολωλὼς εἴη διασπείροντες οἱ τὸν Τράχωνα νεμόμενοι τῆς τε ἀρχῆς ἀπέστησαν καὶ πάλιν ἐπὶ τὰ συνήθη τοὺς πλησιοχώρους ἀδικεῖν ἐτρέποντο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.266 Joseph. AJ 16.271 (English) >>Joseph. AJ 16.276

Powered by PhiloLogic